Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 54.29 Dem. 54.33 (English) >>Dem. 54.36

54.32καὶ μὴ πατάξαι Κόνωνα Ἀρίστωνα”, ὡς ὑμᾶς εὐθέως πιστεύσοντας, τὸ δʼ ἀληθὲς οὐ λογιουμένους, ὅτι πρῶτον μὲν οὐδέποτʼ ἂν οὔθʼ Λυσίστρατος οὔθʼ Πασέας οὔθʼ Νικήρατος οὔθʼ Διόδωρος, οἳ διαρρήδην μεμαρτυρήκασιν ὁρᾶν ὑπὸ Κόνωνος τυπτόμενον ἐμὲ καὶ θοἰμάτιον ἐκδυόμενον καὶ τἄλλʼ ὅσʼ ἔπασχον ὑβριζόμενον, ἀγνῶτες ὄντες κἀπὸ ταὐτομάτου παραγενόμενοι τῷ πράγματι τὰ ψευδῆ μαρτυρεῖν ἠθέλησαν, εἰ μὴ ταῦθʼ ἑώρων πεπονθότα· ἔπειτʼ αὐτὸς ἐγὼ οὐδέποτʼ ἄν, μὴ παθὼν ὑπὸ τούτου ταῦτα, ἀφεὶς τοὺς καὶ παρʼ αὐτῶν τούτων ὁμολογουμένους τύπτειν ἐμὲ πρὸς τὸν οὐδʼ ἁψάμενον πρῶτον εἰσιέναι προειλόμην. 54.33τί γὰρ ἄν; ἀλλʼ ὑφʼ οὗ γε πρώτου ἐπλήγην καὶ μάλισθʼ ὑβρίσθην, τούτῳ καὶ δικάζομαι καὶ μισῶ καὶ ἐπεξέρχομαι. καὶ τὰ μὲν παρʼ ἐμοῦ πάνθʼ οὕτως ἐστὶν ἀληθῆ καὶ φαίνεται· τούτῳ δὲ μὴ παρασχομένῳ τούτους μάρτυρας ἦν δήπου λόγος οὐδείς, ἀλλʼ ἑαλωκέναι παραχρῆμʼ ὑπῆρχε σιωπῇ. συμπόται δʼ ὄντες τούτου καὶ πολλῶν τοιούτων ἔργων κοινωνοὶ εἰκότως τὰ ψευδῆ μεμαρτυρήκασιν. εἰ δʼ ἔσται τὸ πρᾶγμα τοιοῦτον, ἐὰν ἅπαξ ἀπαναισχυντήσωσίν τινες καὶ τὰ ψευδῆ φανερῶς τολμήσωσι μαρτυρεῖν, οὐδὲν δὲ τῆς ἀληθείας ὄφελος, πάνδεινον ἔσται πρᾶγμα. 54.34ἀλλὰ νὴ Δίʼ οὐκ εἰσὶ τοιοῦτοι. ἀλλʼ ἴσασιν ὑμῶν, ὡς ἐγὼ νομίζω, πολλοὶ καὶ τὸν Διότιμον καὶ τὸν Ἀρχεβιάδην καὶ τὸν Χαιρήτιον τὸν ἐπιπόλιον τουτονί, οἳ μεθʼ ἡμέραν μὲν ἐσκυθρωπάκασιν καὶ λακωνίζειν φασὶ καὶ τρίβωνας ἔχουσιν καὶ ἁπλᾶς ὑποδέδενται, ἐπειδὰν δὲ συλλεγῶσιν καὶ μετʼ ἀλλήλων γένωνται, κακῶν καὶ αἰσχρῶν οὐδὲν ἐλλείπουσι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 54.29 Dem. 54.33 (English) >>Dem. 54.36

Powered by PhiloLogic